Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.121 Joseph. AJ 3.125 (English) >>Joseph. AJ 3.130

3.123τὴν μέντοι διαμέτρησιν τὴν τοιαύτην τῆς σκηνῆς καὶ μίμησιν τῆς τῶν ὅλων φύσεως συνέβαινεν εἶναι· τὸ μὲν γὰρ τρίτον αὐτῆς μέρος τὸ ἐντὸς τῶν τεσσάρων κιόνων, τοῖς ἱερεῦσιν ἦν ἄβατον, ὡς οὐρανὸς ἀνεῖτο τῷ θεῷ, οἱ δʼ εἴκοσι πήχεις, ὥσπερ γῆ καὶ θάλασσα βάσιμος ἀνθρώποις, οὕτως τοῖς ἱερεῦσι μόνοις ἐπετέτραπτο. 3.124κατὰ μέτωπον δέ, ἐξ οὗ τὴν εἴσοδον ἦσαν πεποιημένοι, κίονες ἕστασαν χρύσεοι χαλκείαις βάσεσιν ἐφεστῶτες τὸν ἀριθμὸν πέντε. κατεπετάννυσαν δὲ τὴν σκηνὴν ὕφεσι βύσσου καὶ πορφύρας ὑακίνθου καὶ φοίνικος βαφῆς συγκεκραμένης. 3.125καὶ πρῶτον μὲν ἦν πήχεων δέκα πανταχόθεν, κατεπετάννυσαν τοὺς κίονας, οἳ διαιροῦντες τὸν νεὼν τὸ ἄδυτον ἔνδον αὑτῶν ἀπελάμβανον· καὶ τοῦτο ἦν τὸ ποιοῦν αὐτὸ μηδενὶ κάτοπτον. καὶ μὲν πᾶς ναὸς ἅγιον ἐκαλεῖτο, τὸ δʼ ἄβατον τὸ ἐντὸς τῶν τεσσάρων κιόνων τοῦ ἁγίου τὸ ἅγιον. 3.126ὡραῖον δὲ τὸ φάρσος ἄνθεσι παντοίοις, ὅσα γῆθεν ἀνέρχεται, διαπεποικιλμένον τοῖς τε ἄλλοις ἅπασιν ἐνυφασμένον, ὅσα κόσμον οἴσειν ἔμελλε, πλὴν ζῴων μορφῆς. 3.127ἕτερον δὲ τούτῳ καὶ τῷ μεγέθει καὶ τῇ ὑφῇ καὶ τῇ χρόᾳ παραπλήσιον τοὺς ἐπὶ ταῖς εἰσόδοις πέντε κίονας περιέβαλλε κατὰ γωνίαν ἑκάστου κίονος κρίκου κατέχοντος αὐτὸ ἀπὸ κορυφῆς ἄχρι ἡμίσους τοῦ κίονος. τὸ δὲ λοιπὸν εἴσοδος ἀνεῖτο τοῖς ἱερεῦσιν ὑποδυομένοις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.121 Joseph. AJ 3.125 (English) >>Joseph. AJ 3.130

Powered by PhiloLogic